ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ
ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ
Πολλάκις ἤδη ἐνεθυμήθην καὶ ἐθαύμασα, ὦ ἄνδρες Ἕλληνες, τὰς (1)
γνώμας τῶν λεγόντων, τί ποτε ἄρα βουλόμενοι ῥᾳδίως δεῦρο παριόντες
συμβουλεύουσιν ὑμῖν, ἀφ’ ὧν ὠφέλεια μὲν οὐδεμία ἐστὶ τῷ κοινῷ,
λοιδορίαι δὲ πλεῖσται γίγνονται ἐν ἀλλήλοις, εἰκῇ τε λόγους ἀναλίσκουσιν
ἀκαίρους, περὶ ὧν ἂν τύχωσι. λέγουσι δὲ τὴν αὑτῶν δόξαν ἕκαστος (5)
βουλόμενοί τι λαβεῖν, οἳ δὲ καὶ μισθὸν πραττόμενοι συναγορεύουσι, παρ’
ὁποτέρων ἂν νομίζωσι πλείω λήψεσθαι. καὶ εἰ μέν τις ἐν τῷ στρατοπέδῳ @1
πλημμελεῖ ἢ βλάπτει τὸ κοινὸν χρήματα ἑαυτῷ ποριζόμενος, τούτων <ὁρῶ->
μεν μηδένα τὸν φροντίζοντα εἶναι, εἰ δέ τις ἡμῶν αἰχμάλωτον ἀγαγὼν
ἐκ τῶν πολεμίων τι γέρας εἴληφε πλέον ἕτερος ἑτέρου, τούτων ἕνεκα με- (10)
γάλας διαφορὰς ἐν ἡμῖν αὐτοῖς ἔχομεν διὰ τὰς τούτων σπουδάς. ἐγὼ
δὲ ἡγοῦμαι τὸν ἄνδρα τὸν ἀγαθὸν καὶ δίκαιον μήτε ἔχθρας ἰδίας φροντί-
ζειν μήτε ἰδίᾳ φιλεταιρίᾳ χρησάμενον ἕνεκα ἀνδρὸς ἑνὸς χρήματα περὶ
πλείονος ποιήσεσθαι, καὶ μὴ ὅ τι ἂν μέλλῃ τῷ πλήθει συνοίσειν. <ἀλλ’>
οὐ μὲν δὴ <...> ἀλλὰ παραλιπὼν τοὺς ἀρχαίους πόνους τε καὶ λόγους (15)
πειράσομαι Παλαμήδη τόνδε ἐν ὑμῖν εἰς κρίσιν δικαίως καταστῆσαι. ἔστι
δὲ τὸ πρᾶγμα, ὡς ἂν εἰδῆτε, προδοσία, ἐφ’ ᾗ δεκαπλάσιαι ζημίαι τῶν
ἄλλων εἰσὶν ἐπικείμεναι, καίτοι, ὡς ὑμεῖς ἴστε πάντες, ἐμοὶ καὶ τούτῳ
οὐδεμία πώποτ’ ἔχθρα οὐδ’ ἔρις ἐνεγένετο περὶ οὐδενὸς χρήματος, καὶ μὴν
οὐδ’ ἐν παλαίστρᾳ οὐδ’ ἐν συμποσίῳ, ἔνθα φιλεῖ ἔριδας πλείστας καὶ λοι- (20)
δορίας γίγνεσθαι. ὁ δὲ ἀνήρ ἐστι φιλόσοφός τε καὶ δεινός, οὗ μέλλω κα-
τηγορεῖν, ὥστε εἰκότως τὸν νοῦν προσέχειν <δεῖν> ὑμᾶς καὶ μὴ ἀμελῆσαι
περὶ τῶν νυνὶ λεγομένων.
σχεδὸν μὲν γὰρ ἴστε καὶ αὐτοί, ἐν οἵῳ κινδύνῳ ἐγενόμεθα, ὅτε ἡμῶν
οἳ μὲν εἰς τὰς ναῦς καταπεφευγότες ἦσαν, οἳ δὲ εἰς τὰς τάφρους, ἐνέπιπτόν (25)
τε εἰς τὰς σκηνὰς οἱ πολέμιοι, πᾶσά τε ἀπορία ἦν, ποῖ ποτε προβήσοιτο
ἡ τοῦ μέλλοντος κακοῦ τελευτή. <...> ἔχει δὲ ὧδε ὑμῖν· ἐτυγχάνομεν
πλησίον τῶν πυλῶν ἐν τῷ αὐτῷ συντασσόμενοι ἐγώ τε καὶ Διομήδης,
πλησίον δ’ ἦν Παλαμήδης καὶ Πολυποίτης. συνιόντων δὲ ἡμῶν ὁμόσε
τοῖς ἀνδράσιν, ἐκδραμὼν τοξότης ἐκ τῶν πολεμίων ἐστοχάσατο τούτου, (30)
ἁμαρτὼν δὲ αὐτοῦ βάλλει ἐγγὺς ἐμοῦ· οὗτός τε λόγχην ἀφίησιν ἐπ’ αὐτόν,
καὶ ἐκεῖνος ἀνελόμενος ᾤχετο εἰς τὸ στρατόπεδον. ἐγὼ δὲ ἀνελὼν τὸν
οἰστὸν δίδωμι Εὐρυβάτῃ δοῦναι Τεύκρῳ, ἵνα χρῷτο. ἀνοχῆς δὲ γενομένης
ἀπὸ τῆς μάχης ὀλίγον χρόνον, δείκνυσί μοι τὸν οἰστὸν ὑπὸ τοῖς πτεροῖς
γράμματα ἔχοντα. ἐκπλαγεὶς δὲ ἐγὼ τῷ πράγματι, προσκαλεσάμενος @1 (35)
Σθένελόν τε καὶ Διομήδη ἐδείκνυον αὐτοῖς τὰ ἐνόντα. ἡ δὲ γραφὴ ἐδήλου
τάδε· «Ἀλέξανδρος Παλαμήδει. ὅσα συνέθου Τηλέφῳ, πάντα σοι ἔσται,
ὅ τε πατὴρ Κασάνδραν γυναῖκα δίδωσί σοι, καθάπερ ἐπέστειλας· ἀλλὰ
τὰ ἀπὸ σοῦ πραττέσθω διὰ τάχους». ἐνεγέγραπτο μὲν ταῦτα· καί μοι προ-
σελθόντες μαρτυρήσατε οἱ λαβόντες τὸ τόξευμα. (40)
<ΜΑΡΤΥΡΕΣ>
ἐπέδειξα δὲ ἂν καὶ αὐτὸ τὸ τόξευμα ὑμῖν, ὡς ἀληθὲς ἦν· νῦν δὲ ἐν (42)
τῷ θορύβῳ ἔλαθεν αὐτὸ Τεῦκρος ἀποτοξεύσας. δεῖ δέ με καὶ τὰ λοιπὰ
διελθεῖν, ὡς ἔχει, μηδ’ εἰκῇ οὕτως ἄνδρα σύμμαχον περὶ θανάτου κρίνειν,
αἰσχίστην αἰτίαν προστιθέντα καὶ ταῦτα πρότερον ἐν ὑμῖν εὐδοκιμηκότι. (45)
ἡμεῖς μὲν γὰρ πρὶν ἐμβαλεῖν δεῦρο πολὺν χρόνον ἐν ταὐτῷ ἐγενόμεθα, καὶ
οὐδεὶς ἡμῶν εἶδεν ἔχοντα τοῦτον σημεῖον ἐν τῇ ἀσπίδι· ἐπειδὴ δὲ κατε-
πλεύσαμεν δεῦρο, τρίαιναν ἐπεγράψατο. τίνος ἕνεκα; ἵνα δῆλος εἴη τῷ
ἐπιγράμματι, ὅ τε ἀντιτεταγμένος τοῦτον τοξεύοι διὰ τὸ σύνθημα, οὗτός
τε εἰς ἐκεῖνον ἐσακοντίζοι. τεκμαίρεσθαι δὲ δεῖ ἐκ τούτων εἰκότως καὶ (50)
τὴν ἄφεσιν τῆς λόγχης. φημὶ γὰρ καὶ ἐν ἐκείνῃ γράμματα εἶναι, πηνίκα τε
καὶ πότε προδώσει· πιστὰ γὰρ ἦν οὕτω παρ’ ἀλλήλων τὰ πεμπόμενα, οὗτός
τε ἐκείνοις ἐκεῖνοί τε τούτῳ πέμποντες διὰ τοιούτου εἴδους καὶ μὴ δι’
ἀγγέλων. ἔτι δὲ καὶ τόδε σκεψώμεθα. ψήφισμα ἡμῖν ἐγένετο, ὃς ἂν βέλος
τι λάβῃ ἐκ τῶν πολεμίων, ἀποφέρειν πρὸς τοὺς ἡγεμόνας, διὰ τὸ σπανίοις (55)
αὐτοῖς χρῆσθαι ἡμᾶς· καὶ οἱ μὲν ἄλλοι πειθαρχοῦσι τοῖς ἐψηφισμένοις,
οὗτος δὲ βέλη ἀνελόμενος πέντε τοξευθεὶς φανερός ἐστιν οὐδὲ ἓν πρὸς
ὑμᾶς ἐνηνοχώς, ὥστε καὶ διὰ ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζη- @1
μιωθῆναι. ἆρά γε ἐνθυμεῖσθε, ὦ ἄνδρες Ἕλληνες, ὅτι ταῦτα τοῦ σο-
φιστοῦ τῆς διανοίας καὶ τοῦ φρονήματος αὐτοῦ <...>, ὃς τυγχάνει φιλο- (60)
φιστοῦ τῆς διανοίας καὶ τοῦ φρονήματος αὐτοῦ <...>, ὃς τυγχάνει φιλο- (60)
σοφῶν ἐφ’ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα πράττειν; τά τε πράγματα τὰ
περιεστηκότα καὶ τὴν στρατείαν πᾶσαν ἐπιδείξω αἴτιον γεγονότα ἡμῖν
τόν τε πατέρα αὐτοῦ καὶ τοῦτον αὐτόν. ἀνάγκη δὲ καὶ διὰ μακροτέρων
λόγων ῥηθῆναι τὰ γενόμενα.
τούτῳ πατήρ ἐστι πένης, ὄνομα Ναύπλιος, τέχνην ἔχων ἁλιείαν. (65)
οὗτος πλείστους τῶν Ἑλλήνων ἠφάνικε, χρήματά τε πολλὰ ἐκ τῶν νεῶν
ὑφῄρηται, κακά τε πλεῖστα τοὺς ναυτίλους εἴργασται, πανουργίας τε οὐ-
δεμιᾶς λείπεται· γνώσεσθε δὲ προϊόντος τοῦ λόγου, τὰς ἀληθείας ἀκού-
σαντες τῶν γενομένων. Ἀλέῳ γὰρ τῷ Τεγέας βασιλεῖ ἀφικομένῳ εἰς
Δελφοὺς ἐχρήσθη ὑπὸ τοῦ θεοῦ, ὅτι αὐτῷ ἔκγονος ἐκ τῆς θυγατρὸς εἰ (70)
γένοιτο, ὑπὸ τούτου δεῖν τοὺς υἱοὺς αὐτοῦ ἀπολέσθαι. ἀκούσας δὲ ταῦτα
ὁ Ἄλεος διὰ τάχους ἀφικνεῖται οἴκαδε, καὶ καθίστησι τὴν θυγατέρα ἱέρειαν
τῆς Ἀθηνᾶς, εἰπών, εἴ ποτε ἀνδρὶ συγγενήσεται, θανατώσειν αὐτήν.
τύχης δὲ γενομένης ἀφικνεῖται Ἡρακλῆς στρατευόμενος ἐπ’ Αὐγέαν εἰς
Ἦλιν, καὶ αὐτὸν ξενίζει ὁ Ἄλεος ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς. ἰδὼν δὲ (75)
ὁ Ἡρακλῆς τὴν παῖδα ἐν τῷ νεῷ ὑπὸ μέθης συνεγένετο. ἐπεὶ δὲ κύουσαν
αὐτὴν ὁ πατὴρ ᾔσθετο Ἄλεος, μεταπέμπεται τὸν τούτου πατέρα, πυθό-
μενος πορθμέα τε εἶναι αὐτὸν καὶ δεινόν. ἀφικομένου δὲ τοῦ Ναυπλίου
δίδωσιν αὐτῷ τὴν παῖδα καταποντίσαι. ὃ δὲ παραλαβὼν ἦγεν αὐτήν, καὶ
ὡς γίγνονται ἐν τῷ Παρθενίῳ ὄρει, τίκτει Τήλεφον. ἀμελήσας δὲ ὧν ὁ (80)
Ἄλεος αὐτῷ ἐπέστειλεν, ἄγων αὐτὴν ἀπέδοτο καὶ τὸ παιδίον ἐς Μυσίαν
Τεύθραντι τῷ βασιλεῖ. ὁ δὲ Τεύθρας ἄπαις ὢν τὴν μὲν Αὔγην γυναῖκα @1
ποιεῖται, τὸν δὲ παῖδα αὐτῆς ἐπονομάσας Τήλεφον τίθεται υἱὸν ἑαυτοῦ,
δίδωσί τε Πριάμῳ αὐτὸν εἰς τὸ Ἴλιον παιδεῦσαι. χρόνου δὲ προϊόντος
Ἀλέξανδρος ἐπεθύμησεν εἰς τὴν Ἑλλάδ’ ἀφικέσθαι, τό τε ἱερὸν τὸ ἐν (85)
Δελφοῖς θεωρῆσαι βουλόμενος, ἅμα δὲ καὶ τὸ κάλλος τῆς Ἑλένης ἀκούων
δηλονότι, καὶ τὴν τοῦ Τηλέφου γένεσιν ἀκηκοώς, ὁπόθεν τε εἴη καὶ τίνα
τρόπον καὶ ὑπὸ τίνος ἐπράθη. ὥστε Ἀλέξανδρος οὕτω τὴν ἀποδημίαν
ἐποιεῖτο διὰ προφάσεις τοιαύτας εἰς τὴν Ἑλλάδα. ἐν δὲ τῷ καιρῷ τούτῳ
οἱ Μόλου παῖδες ἀφικνοῦνται ἐκ Κρήτης, δεόμενοι Μενέλεω αὐτούς τε (90)
διαλλάξαι καὶ διελεῖν τὴν κτῆσιν αὐτοῖς, ὅτι εἴη ὁ πατὴρ τετελευτηκὼς
αὐτοί τε στασιάζοιεν περὶ τῶν πατρῴων χρημάτων. εἶεν· τί οὖν γίγνεται;
πλεῖν αὐτῷ ἔδοξε, καὶ ἐπιστείλας τῇ γυναικὶ καὶ τοῖς ἀδελφοῖς <αὐτῆς>
ἐπιμελεῖσθαι τῶν ξένων, ἵνα μηδενὸς ἔσοιντο ἐνδεεῖς, ἕως ἂν αὐτὸς ἔλθῃ
ἐκ Κρήτης, ὃ μὲν ᾤχετο· Ἀλέξανδρος δὲ αὐτοῦ τὴν γυναῖκα ἐξαπατήσας, (95)
ἐκ τῶν οἴκων λαβὼν ὅσα πλεῖστα ἐδύνατο, ἀποπλέων ᾤχετο, οὐκ αἰδε-
σθεὶς οὔτε Δία ξένιον οὔτε θεῶν οὐθένα, ἄνομα καὶ βάρβαρα ἔργα δια-
πραξάμενος, ἄπιστα πᾶσι καὶ τοῖς ἐπιγιγνομένοις ἀκοῦσαι. ἀφικομένου
δὲ αὐτοῦ πάλιν εἰς Ἀσίαν, ἄγοντος τὰ χρήματα καὶ τὴν γυναῖκα, ἔστιν
ὅπου ἀντελάβου τινὸς ἢ βοῇ ἐσήμηνας τοῖς περιοίκοις ἢ βοήθειαν συν- (100)
ὅπου ἀντελάβου τινὸς ἢ βοῇ ἐσήμηνας τοῖς περιοίκοις ἢ βοήθειαν συν- (100)
έλεξας; οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ περιεῖδες Ἕλληνας ὑπὸ βαρβάρων ὑβρι-
σθέντας. ἐπεὶ δ’ ἐπύθοντο οἱ Ἕλληνες τὴν ἁρπαγὴν καὶ Μενέλεως
ᾔσθετο, ἤγειρε τὴν στρατιὰν καὶ διέπεμπεν ἡμῶν ἄλλον ἄλλοσε εἰς τὰς
πόλεις αἰτήσων τὰς στρατιάς. καὶ δὴ τοῦτον ἔπεμψεν εἰς Χίον πρὸς Οἰνο-
πίωνα καὶ εἰς Κύπρον πρὸς Κινύραν. ὃ δὲ <...> Κινύραν τε ἔπεισε μὴ συ- (105)
στρατεύειν ἡμῖν, δῶρά τε πολλὰ παρ’ αὐτοῦ λαβὼν ἀποπλέων ᾤχετο. @1
καὶ Ἀγαμέμνονι μὲν ἀποδίδωσι χαλκοῦν θώρακα, ὅστις οὐδενὸς ἄξιος ἦν,
τὰ δὲ ἄλλα αὐτὸς ἔχει χρήματα. ἀπήγγελλε δὲ ὅτι ἑκατὸν ναῦς ἀποπέμψει
ὁ Κινύρας· ὁρᾶτε δὲ καὶ αὐτοὶ οὐδεμίαν παρ’ αὐτοῦ ἥκουσαν. ὥστε καὶ διὰ
ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζημιωθῆναι, εἰ ἄρα γε κολάσασθαι (110)
ἄξιόν ἐστι τὸν σοφιστήν, ὃς ἐπὶ τοῖς φίλοις τὰ αἴσχιστα μηχανώμενος
πέφανται.
ἄξιον δὲ καταμαθεῖν, ἃ καὶ φιλοσοφεῖν ἐπικεχείρηκεν ἐξαπατῶν
τοὺς νέους καὶ παραπείθων, φάσκων τάξεις ἐξευρηκέναι πολεμικάς, γράμ-
ματα, ἀριθμούς, μέτρα, σταθμούς, πεττούς, κύβους, μουσικήν, νόμισμα, (115)
πυρσούς. καὶ οὐδὲ αἰσχύνεται, ὅταν αὐτίκα ἐλέγχηται φανερῶς ἐν ὑμῖν
ψευδόμενος. Νέστωρ γὰρ ὅδ’ ὁ πρεσβύτατος ἡμῶν ἁπάντων καὶ αὐτὸς ἐν
τοῖς Πειρίθου γάμοις μετὰ Λαπιθῶν ἐμαχέσατο Κενταύροις ἐν φάλαγγι
καὶ τάξει· Μενεσθεὺς δὲ πρῶτος λέγεται κοσμῆσαι τάξεις καὶ λόχους
καὶ φάλαγγας συστῆσαι, ἡνίκα Εὔμολπος ὁ Ποσειδῶνος ἐπ’ Ἀθηναίους (120)
ἐστράτευσε Θρᾷκας ἄγων· ὥστ’ οὐ Παλαμήδους τὸ ἐξεύρημά ἐστιν, ἀλλ’
ἄλλων πρότερον. γράμματα μὲν δὴ πρῶτος Ὀρφεὺς ἐξήνεγκε, παρὰ
Μουσῶν μαθών, ὡς καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ δηλοῖ τὰ ἐπιγράμματα·
Μουσάων πρόπολον τῇδ’ Ὀρφέα Θρῇκες ἔθηκαν,
ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει (125)
Οἰάγρου φίλον υἱόν, ὃς Ἡρακλῆ’ ἐδίδαξεν,
εὑρὼν ἀνθρώποις γράμματα καὶ σοφίην.
μουσικὴν δὲ Λίνος ὁ Καλλιόπης, ὃν Ἡρακλῆς φονεύει. ἀριθμούς γε μὴν @1
Μουσαῖος ὁ τῶν Εὐμολπιδῶν, Ἀθηναῖος, ὡς καὶ τὰ ποιήματα αὐτοῦ δηλοῖ·
ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. (130)
ὡς δεκάτην γενεὴν ἑκατὸν βιοτευέμεν ἄνδρας.
νομίσματα δὲ οὐ Φοίνικες ἐξεῦρον, λογιώτατοι καὶ δεινότατοι ὄντες τῶν
βαρβάρων; ἐξ ὁλοσφύρου γὰρ ἴσον μερισμὸν διείλοντο, καὶ πρῶτοι χα-
ρακτῆρα ἔβαλον, εἰς τὸν σταθμὸν <δηλοῦντες> τὸ πλέον καὶ τὸ ἔλαττον.
παρ’ ὧν οὗτος ἐλθὼν σοφίζεται τὸν αὐτὸν ῥυθμόν. ὥστε αὐτοῦ ταῦτα πάντα (135)
πρεσβύτερα φαίνεται, ὧν οὗτος προσποιεῖται εὑρετὴς εἶναι. μέτρα δὲ καὶ
σταθμὰ ἐξεῦρε καπήλοις καὶ ἀγοραίοις ἀνθρώποις ἀπάτας καὶ ἐπιορκίας,
πεττούς γε μὴν τοῖς ἀργοῖς τῶν ἀνδρῶν ἔριδας καὶ λοιδορίας. καὶ κύβους
αὖ μέγιστον κακὸν κατέδειξε, τοῖς μὲν ἡττηθεῖσι λύπας καὶ ζημίας, τοῖς
δὲ νενικηκόσι καταγέλωτα καὶ ὄνειδος· τὰ γὰρ ἀπὸ τῶν κύβων προσγιγνό- (140)
δὲ νενικηκόσι καταγέλωτα καὶ ὄνειδος· τὰ γὰρ ἀπὸ τῶν κύβων προσγιγνό- (140)
μενα ἀνόνητα γίγνεται, τὰ δὲ πλεῖστα καταναλίσκεται παραχρῆμα. πυρ-
σοὺς αὖ ἐσοφίσατο, ἀλλ’ ἐπὶ τῷ ἡμετέρῳ κακῷ {ἃ} διενοεῖτο ποιεῖν, χρή-
σιμον δὲ τοῖς πολεμίοις. ἀρετὴ δέ ἐστιν ἀνδρὸς τοῖς ἡγεμόσι προσέχειν
καὶ τὸ προσταττόμενον ποιεῖν καὶ τῷ πλήθει ἀρέσκειν παντί, αὑτόν τε
παρέχειν ἄνδρα πανταχοῦ ἀγαθόν, τούς τε φίλους εὖ ποιοῦντα καὶ τοὺς (145)
ἐχθροὺς κακῶς. ὧν τἀναντία πάντων οὗτος ἐπίσταται, τοὺς μὲν ἐχθροὺς
ὠφελεῖν, τοὺς δὲ φίλους κακῶς ποιεῖν.
ἀξιῶ δ’ ὑμᾶς ἔγωγε κοινῇ σκεψαμένους βουλεύσασθαι περὶ αὐτοῦ καὶ
μὴ ἀφεῖναι αὐτὸν ὑποχείριον λαβόντας. εἰ δὲ κατελεήσαντες αὐτὸν διὰ τὴν
δεινότητα τῶν λόγων ἀφήσετε, θαυμαστὴ παρανομία γενήσεται ἐν τῷ (150)
στρατεύματι· εἰδὼς γὰρ αὐτῶν ἕκαστος ὅτι καὶ Παλαμήδης περιφανῶς
τοσαῦτα ἡμαρτηκὼς οὐδεμίαν δίκην ἔδωκε, καὶ αὐτοὶ πειράσονται ἀδι-
κεῖν. ὥστε ἐὰν νοῦν ἔχητε, ψηφιεῖσθε τὰ βέλτισθ’ ὑμῖν αὐτοῖς, καὶ τῶν
λοιπῶν οὕνεκα παράδειγμα ποιήσεσθε τοῦτον τιμωρησάμενοι. @1
G. Avezzù, Orazioni e frammenti [Bollettino dell' Istituto di Filologia Greca Supplemento 6. Rome: Bretschneider, 1982]: 8-62.
Retrieved from: http://stephanus.tlg.uci.edu.scd-rproxy.u-strasbg.fr/Iris/Cite?0610:005:14470
